Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.8 Dem. 23.11 (English) >>Dem. 23.15

23.9τοῦτο τοίνυν, ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι, καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δʼ ἑνὶ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονταί σφισι τοῦτο γενέσθαι τὸ προβούλευμα, τῷ μὲν ἀκοῦσαι κεχωρισμένον τοῦ τι τοιοῦτον δοκεῖν διαπράξασθαι, τῷ δʼ ἔργῳ πάντων μάλιστα τοῦτο περαίνοντες, ὡς ἐγὼ διδάξω. 23.10ἐπειδὴ γὰρ ἑνὸς τελευτήσαντος τῶν βασιλέων Βηρισάδου, παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας ἃς μεθʼ ὑμῶν ἐποιήσατο, Κερσοβλέπτης ἐξέφερεν πόλεμον πρός τε τοὺς Βηρισάδου παῖδας καὶ πρὸς Ἀμάδοκον, εὔδηλον ἦν ὅτι τοῖς μὲν Βηρισάδου παισὶν Ἀθηνόδωρος βοηθήσοι, τῷ δʼ Ἀμαδόκῳ Σίμων καὶ Βιάνωρ· μὲν γὰρ Βηρισάδου κηδεστής, οἱ δʼ Ἀμαδόκου γεγόνασιν. 23.11ἐσκόπουν οὖν τίνʼ ἂν τρόπον ἡσυχίαν μὲν ἔχειν ἀναγκασθεῖεν οὗτοι, ἐρήμων δʼ ὄντων ἐκείνων Κερσοβλέπτῃ πράττων τὴν ἀρχὴν Χαρίδημος ἀσφαλῶς πάντα καταστρέψαιτο. εἰ πρῶτον μέν, ἄν τις αὐτὸν ἀποκτείνῃ, ψήφισμʼ ὑμέτερον γένοιτο, ἀγώγιμον εἶναι· δεύτερον δέ, εἰ χειροτονηθείη στρατηγὸς ὑφʼ ὑμῶν Χαρίδημος. 23.12οὔτε γὰρ ὑμετέρῳ στρατηγῷ προχείρως ἐναντία θήσεσθαι τὰ ὅπλʼ ἔμελλʼ Σίμων οὐδʼ Βιάνωρ, πολῖται γεγενημένοι καὶ ἄλλως ἐσπουδακότες πρὸς ὑμᾶς· δὲ δὴ γένει πολίτης Ἀθηνόδωρος οὐδὲ βουλεύσεσθαι· οὔτε τὴν διὰ τοῦ ψηφίσματος αἰτίαν ὑποδύσεσθαι, πρόδηλος ἦν ἐπʼ ἐκείνους ἥξουσα, εἴ τι πάθοι Χαρίδημος. ἐκ δὲ τούτου τοῦ τρόπου τῶν μὲν ἐρήμων ὄντων βοηθῶν, αὑτοῖς δʼ ἀδείας δοθείσης, ῥᾳδίως ἐκβαλεῖν ἐκείνους καὶ κατασχήσειν τὴν ἀρχήν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.8 Dem. 23.11 (English) >>Dem. 23.15

Powered by PhiloLogic